Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.95 Dem. 20.98 (English) >>Dem. 20.101

20.97οὔκουν ἐναντίον, ἄνδρες Ἀθηναῖοι, τῷκυρίας εἶναι τὰς δωρειάς, ὅσας δῆμος ἔδωκε,” τὸμηδένʼ εἶναι ἀτελῆτούτων οἷς δῆμος ἔδωκεν; σαφῶς γʼ οὑτωσί. ἀλλʼ οὐκ ἐν νῦν ὅδʼ ἀντεισφέρει νόμῳ, ἀλλʼ τʼ ἐδώκατε, κύρια, καὶ πρόφασις δικαία κατὰ τῶν παρακρουσαμένων μετὰ ταῦτʼ ἀδικούντων ὅλως ἀναξίων, διʼ ἣν ὃν ἂν ὑμῖν δοκῇ κωλύσετʼ ἔχειν τὴν δωρειάν. λέγε τὸν νόμον.Νόμος

20.98ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, καὶ καταμανθάνετε, ὅτι ἐνταῦθʼ ἔνι καὶ τοὺς ἀξίους ἔχειν τὰ δοθέντα καὶ τοὺς μὴ τοιούτους κριθέντας, ἐὰν ἀδίκως τι λάβωσιν, ἀφαιρεθῆναι, καὶ τὸ λοιπὸν ἐφʼ ὑμῖν εἶναι πάνθʼ, ὥσπερ ἐστὶ δίκαιον, καὶ δοῦναι καὶ μή. ὡς μὲν τοίνυν οὐχὶ καλῶς οὗτος ἔχει καὶ δικαίως νόμος, οὔτʼ ἐρεῖν οἴομαι Λεπτίνην οὔτʼ, ἐὰν λέγῃ, δεῖξαι δυνήσεσθαι· δὲ πρὸς τοῖς θεσμοθέταις ἔλεγεν, ταῦτʼ ἴσως λέγων παράγειν ὑμᾶς ζητήσει. ἔφη γὰρ ἐξαπάτης εἵνεκα παραγεγράφθαι τοῦτον τὸν νόμον, ἐὰν δʼ ὃν αὐτὸς ἔθηκεν λυθῇ, τοῦτον οὐ τεθήσεσθαι. 20.99ἐγὼ δʼ, ὅτι μὲν τῇ ὑμετέρᾳ ψήφῳ τοῦ τούτου νόμου λυθέντος τὸν παρεισενεχθέντα κύριον εἶναι σαφῶς παλαιὸς κελεύει νόμος, καθʼ ὃν οἱ θεσμοθέται τοῦτον ὑμῖν παρέγραψαν, ἐάσω, ἵνα μὴ περὶ τούτου τις ἀντιλέγῃ μοι, ἀλλʼ ἐπʼ ἐκεῖνʼ εἶμι. ὅταν ταῦτα λέγῃ δήπου, ὁμολογεῖ μὲν εἶναι βελτίω καὶ δικαιότερον τόνδε τὸν νόμον οὗ τέθεικεν αὐτός, ὑπὲρ δὲ τοῦ πῶς τεθήσεται ποιεῖται τὸν λόγον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.95 Dem. 20.98 (English) >>Dem. 20.101

Powered by PhiloLogic